Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.65 | Dem. 20.70 (English) | >>Dem. 20.73 |
20.68πρῶτον μὲν τοίνυν Κόνωνα σκοπεῖτε , εἰ ἄρʼ ἄξιον , καταμεμψαμένους ἢ τὸν ἄνδρα ἢ τὰ πεπραγμένα , ἄκυρόν τι ποιῆσαι τῶν ἐκείνῳ δοθέντων . οὗτος γάρ , ὡς ὑμῶν τινῶν ἔστιν ἀκοῦσαι τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ὄντων , μετὰ τὴν τοῦ δήμου κάθοδον τὴν ἐκ Πειραιῶς ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης καὶ ναῦν οὐδεμίαν κεκτημένης , στρατηγῶν βασιλεῖ , παρʼ ὑμῶν οὐδʼ ἡντινοῦν ἀφορμὴν λαβών , κατεναυμάχησεν Λακεδαιμονίους , καὶ πρότερον τοῖς ἄλλοις ἐπιτάττοντας εἴθισʼ ἀκούειν ὑμῶν , καὶ τοὺς ἁρμοστὰς ἐξήλασεν ἐκ τῶν νήσων , καὶ μετὰ ταῦτα δεῦρʼ ἐλθὼν ἀνέστησε τὰ τείχη , καὶ πρῶτος πάλιν περὶ τῆς ἡγεμονίας ἐποίησε τῇ πόλει τὸν λόγον πρὸς Λακεδαιμονίους εἶναι .
20.69καὶ γάρ τοι μόνῳ τῶν πάντων αὐτῷ τοῦτʼ ἐν τῇ στήλῃ γέγραπται · “ἐπειδὴ Κόνων ” φησὶν “ἠλευθέρωσε τοὺς Ἀθηναίων συμμάχους .” ἔστιν δὲ τοῦτο τὸ γράμμʼ , ὦ ἄνδρες δικασταί , ἐκείνῳ μὲν φιλοτιμία πρὸς ὑμᾶς αὐτούς , ὑμῖν δὲ πρὸς πάντας τοὺς Ἕλληνας · ὅτου γὰρ ἄν τις παρʼ ὑμῶν ἀγαθοῦ τοῖς ἄλλοις αἴτιος γένηται , τούτου τὴν δόξαν τὸ τῆς πόλεως ὄνομα καρποῦται .
20.70διόπερ οὐ μόνον αὐτῷ τὴν ἀτέλειαν ἔδωκαν οἱ τότε , ἀλλὰ καὶ χαλκῆν εἰκόνα , ὥσπερ Ἁρμοδίου καὶ Ἀριστογείτονος , ἔστησαν πρώτου · ἡγοῦντο γὰρ οὐ μικρὰν τυραννίδα καὶ τοῦτον τὴν Λακεδαιμονίων ἀρχὴν καταλύσαντα πεπαυκέναι . ἵνʼ οὖν μᾶλλον οἷς λέγω προσέχητε , τὰ ψηφίσμαθʼ ὑμῖν αὔτʼ ἀναγνώσεται τὰ τότε ψηφισθέντα τῷ Κόνωνι . λέγε .
Ψηφίσματα
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.65 | Dem. 20.70 (English) | >>Dem. 20.73 |